Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.198 Joseph. AJ 4.204 (English) >>Joseph. AJ 4.208

4.201 δʼ ἐπὶ τοῦτον πρόσβασις ἔστω μὴ διὰ βαθμίδων, ἀλλὰ προσχώσεως αὐτῷ καταπρανοῦς γενομένης. ἐν ἑτέρᾳ δὲ πόλει μήτε βωμὸς μήτε νεὼς ἔστω· θεὸς γὰρ εἷς καὶ τὸ Ἑβραίων γένος ἕν. 4.202

δὲ βλασφημήσας θεὸν καταλευσθεὶς κρεμάσθω διʼ ἡμέρας καὶ ἀτίμως καὶ ἀφανῶς θαπτέσθω. 4.203

Συνερχέσθωσαν δὲ εἰς ἣν ἀποφήνωσι πόλιν τὸν νεὼν τρὶς τοῦ ἔτους οἱ ἐκ τῶν περάτων τῆς γῆς, ἧς ἂν Ἑβραῖοι κρατῶσιν, ὅπως τῷ θεῷ τῶν μὲν ὑπηργμένων εὐχαριστῶσι καὶ περὶ τῶν εἰς τὸ μέλλον παρακαλῶσι καὶ συνιόντες ἀλλήλοις καὶ συνευωχούμενοι προσφιλεῖς ὦσι· 4.204καλὸν γὰρ εἶναι μὴ ἀγνοεῖν ἀλλήλους ὁμοφύλους τε ὄντας καὶ τῶν αὐτῶν κοινωνοῦντας ἐπιτηδευμάτων, τοῦτο δὲ ἐκ μὲν τῆς αὐτῆς ἐπιμιξίας αὐτοῖς ὑπάρξειν, τῇ τε ὄψει καὶ τῇ ὁμιλίᾳ μνήμην αὐτῶν ἐντιθέντας· ἀνεπιμίκτους γὰρ ἀλλήλοις μένοντας ἀλλοτριωτάτους αὑτοῖς νομισθήσεσθαι. 4.205

Ἔστω δὲ καὶ δεκάτη τῶν καρπῶν ἐξαίρεσις ὑμῖν χωρὶς ἧς διετάξατε τοῖς ἱερεῦσι καὶ Λευίταις δεδόσθαι, πιπρασκέσθω μὲν ἐπὶ τῶν πατρίδων, εἰς δὲ τὰς εὐωχίας ὑπηρετείτω καὶ τὰς θυσίας τὰς ἐν τῇ ἱερᾷ πόλει· δίκαιον γὰρ εἶναι τῶν ἐκ τῆς γῆς ἀναδιδομένων, ἣν θεὸς αὐτοῖς κτήσασθαι παρέσχεν, ἐπὶ τιμῇ τοῦ δεδωκότος ἀπολαύειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.198 Joseph. AJ 4.204 (English) >>Joseph. AJ 4.208

Powered by PhiloLogic